previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα δὴ καὶ μᾶλλον ἀπῆγε τῆς πολιτείας τὸν Λούκουλλον. ἐπεὶ δὲ Κικέρων ἐξέπεσε τῆς πόλεως καὶ Κάτων εἰς Κύπρον ἀπεστάλη, παντάπασιν ἐξελύθη. καὶ πρό γε τῆς τελευτῆς λέγεται νοσῆσαι τὴν διάνοιαν αὐτῷ κατὰ μικρὸν ἀπομαραινομένην. Νέπως δὲ Κορνήλιος οὐχ ὑπό γήρως φησὶν οὐδὲ νόσου παραλλάξαι τὸν Λούκουλλον, ἀλλὰ φαρμάκοις ὑπό τινος τῶν ἀπελευθέρων Καλλισθένους διαφθαρέντα: [2] τὰ δὲ φάρμακα δοθῆναι μὲν, ὡς ἀγαπῷτο μᾶλλον Καλλισθένης ὑπ᾽ αὐτοῦ, τοιαύτην ἔχειν δοκοῦντα τὴν δύναμιν, ἐκστῆσαι δὲ καὶ κατακλύσαι τὸν λογισμόν, ὥστ᾽ [p. 610] ἔτι ζῶντος αὐτοῦ τὴν οὐσίαν διοικεῖν τὸν ἀδελφόν: οὐ μὴν ἀλλ᾽ ὡς ἀπέθανε, καθάπερ ἂν1 ἐν ἀκμῇ τῆς στρατηγίας καὶ τῆς πολιτείας αὐτοῦ τελευτήσαντος, δῆμος ἠχθέσθη καὶ συνέδραμε, καὶ τὸ σῶμα κομισθὲν εἰς ἀγορὰν ὑπὸ τῶν εὐγενεστάτων νεανίσκων ἐβιάζετο θάπτειν ἐν τῷ πεδίῳ τοῦ Ἄρεως, ὅπου καὶ Σύλλαν ἔθαψεν. [3] οὐδενὸς δὲ τοῦτο προσδοκήσαντος, οὐδὲ ῥᾳδίας οὔσης τῆς παρασκευῆς, ἀδελφὸς αὐτοῦ δεόμενος καὶ παραιτούμενος ἔπεισεν ἐπιτρέψαι τὴν παρεσκευασμένην ἐν τῷ περὶ Τοῦσκλον ἀγρῷ τοῦ νεκροῦ κηδείαν γενέσθαι, πολὺν δ᾽ οὐδ᾽ αὐτὸς προσεβίω χρόνον, ἀλλ᾽ ὡς ἡλικίᾳ καὶ δόξῃ μικρὸν ἀπελείφθη, καὶ τῷ χρόνῳ τῆς τελευτῆς, φιλαδελφότατος γενόμενος.

1 ἂν supplied by Reiske.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: