previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

περαιωθεὶς δὲ ταῖς ναυσὶν οὐκ ἔλαθε τοὺς Ῥωμαίους, ἀλλὰ πάντες μὲν ἄρχοντες καὶ ἱερεῖς, πᾶσα δὲ βουλή, πολὺ δὲ τοῦ δήμου μέρος ἀπήντων πρὸς τὸν ποταμόν, ὥστε τὰς ὄχθας ἀμφοτέρας ἀποκεκρύφθαι καὶ θριάμβου μηδὲν ὄψει καὶ φιλοτιμίᾳ λείπεσθαι τὸν ἀνάπλουν αὐτοῦ, [2] καίτοι σκαιὸν ἐνίοις τοῦτο ἐφαίνετο καὶ αὔθαδες, ὅτι τῶν ὑπάτων καὶ τῶν στρατηγῶν παρόντων οὔτε ἀπέβη πρὸς αὐτούς οὔτε ἐπέσχε τὸν πλοῦν, ἀλλὰ ῥοθίῳ τὴν ὄχθην παρεξελαύνων ἐπὶ νεὼς ἑξήρους βασιλικῆς οὐκ ἀνῆκε πρότερον καθορμίσαι τὸν στόλον εἰς τὸ νεώριον. [3] οὐ μὴν ἀλλὰ τῶν χρημάτων παρακομιζομένων δι᾽ ἀγορᾶς τε δῆμος ἐθαύμαζε τὸ πλῆθος, τε βουλὴ [p. 330] συναχθεῖσα μετὰ τῶν πρεπόντων ἐπαίνων ἐψηφίσατο τῷ Κάτωνι, στρατηγίαν ἐξαίρετον δοθῆναι καὶ τὰς θέας αὐτὸν ἐν ἐσθῆτι περιπορφύρῳ θεάσασθαι. ταῦτα μὲν οὖν Κάτων παρῃτήσατο, Νικίαν δὲ τὸν οἰκονόμον τῶν βασιλικῶν ἐλεύθερον ἔπεισε τὴν βουλὴν ἀφεῖναι, μαρτυρήσας ἐπιμέλειαν καὶ πίστιν: [4] ὑπάτευε δὲ Φίλιππος πατὴρ τῆς Μαρκίας, καὶ τρόπον τινὰ τὸ ἀξίωμα τῆς ἀρχῆς καὶ δύναμις εἰς Κάτωνα περιῆλθεν, οὐκ ἐλάττονα τοῦ συνάρχοντος δι᾽ ἀρετὴν δι᾽ οἰκειότητα τοῦ Φιλίππου τῷ Κάτωνι τιμὴν προστιθέντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: