previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32. αἰσθόμενος δὲ τοῦτο Δημήτριος ὥρμησεν ἀπὸ θαλάσσης ἐπὶ Κυΐνδων: καὶ τῶν χρημάτων εὑρὼν ἔτι λοιπὰ χίλια καὶ διακόσια τάλαντα, ταῦτα συσκευασάμενος καὶ φθάσας ἐμβαλέσθαι διὰ ταχέων ἀνήχθη. καὶ παρούσης ἤδη Φίλας τῆς γυναικὸς αὐτῷ περὶ Ῥωσσὸν ἀπήντησε Σέλευκος. [2] καὶ τὴν ἔντευξιν εὐθὺς ἄδολον καὶ ἀνύποπτον καὶ βασιλικὴν ἐποιοῦντο, πρότερον μὲν Σέλευκος ἑστιάσας ἐπὶ σκηνῆς ἐν τῷ στρατοπέδῳ Δημήτριον, αὖθις δὲ Δημήτριος ἐκεῖνον ἐν τῇ τρισκαιδεκήρει δεξάμενος. ἦσαν δὲ καὶ σχολαὶ καὶ κοινολογίαι καὶ συνδιημερεύσεις ἀφρούρων καὶ ἀνόπλων, ἄχρι οὗ Σέλευκος τὴν Στρατονίκην ἀναλαβὼν λαμπρῶς εἰς Ἀντιόχειαν ἀνέβη. [3] Δημήτριος δὲ Κιλικίαν κατέσχε, καὶ Φίλαν τὴν γυναῖκα πρὸς Κάσανδρον ἔπεμψε τὸν ἀδελφόν, ἀπολυσομένην τὰς Πλειστάρχου κατηγορίας. ἐν δὲ τούτῳ Δηϊδάμεια πλεύσασα πρὸς αὐτὸν ἀπὸ τῆς Ἑλλάδος καὶ συγγενομένη χρόνον οὐ πολὺν ἐξ ἀρρωστίας τινὸς ἐτελεύτησε. γενομένης δὲ πρὸς Πτολεμαῖον διὰ Σελεύκου φιλίας αὐτῷ, ὡμολογήθη Πτολεμαΐδα τὴν Πτολεμαίου θυγατέρα λαβεῖν αὐτὸν γυναῖκα.

[4] καὶ ταῦτα μὲν ἀστεῖα τοῦ Σελεύκου. Κιλικίαν δὲ ἀξιῶν χρήματα λαβόντα παραδοῦναι Δημήτριον, ὡς οὐκ ἔπειθε, Σιδῶνα καὶ Τύρον ἀπαιτῶν πρὸς ὀργὴν ἐδόκει βίαιος εἶναι καὶ δεινὰ ποιεῖν, εἰ τὴν ἀπ᾽ Ἰνδῶν ἄχρι τῆς κατὰ Συρίαν θαλάσσης ἅπασαν ὑφ᾽ αὑτῷ πεποιημένος οὕτως ἐνδεής ἐστιν ἔτι πραγμάτων καὶ πτωχὸς ὡς ὑπὲρ δυεῖν πόλεων ἄνδρα κηδεστὴν καὶ μεταβολῇ τύχης κεχρημένον ἐλαύνειν, [5] λαμπρὰν τῷ Πλάτωνι μαρτυρίαν διδοὺς διακελευομένῳ μὴ τὴν οὐσίαν πλείω, τὴν δὲ ἀπληστίαν ποιεῖν ἐλάσσω τόν γε βουλόμενον ὡς ἀληθῶς εἶναι πλούσιον, ὡς γε μὴ παύων φιλοπλουτίαν, οὗτος οὔτε πενίας οὔτε ἀπορίας ἀπήλλακται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: