previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

52. δὲ Δημήτριος, ὡς ἐν ἀρχῇ τὴν τύχην προσπεσοῦσαν ὑπέμεινε, καὶ ῥᾷον ἤδη φέρειν εἰθίζετο τὰ παρόντα, πρῶτον μὲν ἁμῶς γέ πως ἐκίνει τὸ σῶμα, θήρας, ἐφ᾽ ὅσον ἦν, καὶ δρόμων ἁπτόμενος, ἔπειτα κατὰ μικρὸν ὄκνου πρὸς αὐτὰ καὶ νωθείας ἐπίμπλατο, καὶ φέρων ἑαυτὸν εἰς πότους καὶ κύβους κατέβαλε καὶ τοῦ χρόνου τὸν πλεῖστον ἐν τούτοις διῆγεν, [2] εἴτε τοὺς ἐν τῷ νήφειν ἀναλογισμοὺς τῶν παρόντων ἀποδιδράσκων καὶ παρακαλυπτόμενος τῇ μέθῃ τὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων ἄλλως ὑπ᾽ ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δὲ ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει μὴ προσδοκήσας ἀνεύρηκε. [3] τί γὰρ ἄλλο τῶν πολέμων καὶ τῶν κινδύνων πέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶς καὶ ἀνοήτως διακειμένοις, οὐχ ὅτι μόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλ᾽ ὅτι μηδὲ ἥδεσθαι μηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν;

δ᾽ οὖν Δημήτριος ἔτος τρίτον ἐν τῇ Χερρονήσῳ καθειργμένος ὑπ᾽ ἀργίας καὶ πλησμονῆς καὶ οἴνου νοσήσας ἀπέθανεν, ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς. [4] καὶ Σέλευκος ἤκουσέ τε κακῶς καὶ μετενόησεν οὐ μετρίως ἐν ὑποψίᾳ τὸν Δημήτριον θέμενος τότε, καὶ μηδὲ Δρομιχαίτην, ἄνδρα βάρβαρον Θρᾷκα, μιμησάμενος οὕτω φιλανθρώπως καὶ βασιλικῶς ἁλόντι Λυσιμάχῳ χρησάμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: