Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὅπλων ἐπ᾽
αὐτὴν μηδὲν ἀνιῶσαν ἀλλ᾽ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι
κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι
φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν
τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τὰ τ᾽ ἄλλα καὶ
πενίαν διδάξας μὴ δυσχεραίνειν.’
ὑπολαβὼν δ᾽ ὁ Θεάνωρ ‘ἆρ᾽ οὖν’ ἔφη ‘τὸ πενίαν δυσχεραίνειν
ἀγεννές ἐστι τὸ δὲ πλοῦτον δεδιέναι καὶ
φεύγειν οὐκ ἄτοπον;’
1
‘ἄτοπον, εἰ μὴ λόγῳ τις αὐτὸν ἀλλὰ σχηματιζόμενος ἢ δι᾽ ἀπειροκαλίαν
ἢ τῦφόν τινα διωθεῖται.’
‘καὶ τίς ἄν’ ἔφη ‘λόγος ἀπείργοι τὴν ἐκ καλῶν καὶ δικαίων
κτῆσιν, ὦ Ἐπαμεινώνδα; 2 μᾶλλον δὲ ῾πραότερον 3 γὰρ ἡμῖν ἢ τῷ
Θετταλῷ πρὸς τὰς ἀποκρίσεις ἐνδίδου
σαυτὸν ὑπὲρ ’
1 ἄτοπον posterius W. Fort. addendum etiam εἶπεν Ἐπαμεινώνδας
2 ὦ Ἐπαμεινώνδα W: ὡς ἐπαμεινώνδας
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.