This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
καὶ τοιούτῳ μοι γεγενημένῳ τετόλμηκεν ἀμφισβητεῖν τῶν χρημάτων ἡ μηδ᾽ ἐπισκέψασθαι πώποτ᾽ αὐτὸν ἀξιώσασα, τοσοῦτον μὲν χρόνον ἀσθενήσαντα, πυνθανομένη δὲ καθ᾽ ἑκάστην τὴν ἡμέραν, ὡς διέκειτο, ῥᾳδίας δ᾽ οὔσης αὐτῇ τῆς πορείας. εἶτα νῦν αὐτὸν ἀδελφίζειν ἐπιχειρήσουσιν, ὥσπερ οὐχ ὅσῳ περ ἂν οἰκειότερον προσείπωσι τὸν τεθνεῶτα, τοσούτῳ δόξουσαν αὐτὴν μείζω καὶ δεινότερ᾽ ἐξαμαρτεῖν: