This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
καὶ γὰρ τὴν ἀρχὴν οἱ τὸν φόβον ἡμῖν ἐνεργασάμενοι τοῦτον αἴτιοι γεγόνασι τοῦ μὴ παντάπασι θηριωδῶς διακεῖσθαι πρὸς ἀλλήλους. ἐκεῖνοι τοίνυν οὕτως ἁγίως περὶ ταῦτα καὶ σεμνῶς ἔχουσιν ὥστε καὶ τοὺς ὅρκους πιστοτέρους εἶναι τοὺς ἐν τοῖς ἐκείνων ἱεροῖς ἢ τοὺς παρὰ τοῖς ἄλλοις καθεστῶτας, καὶ τῶν ἁμαρτημάτων ἕκαστον οἴεσθαι παραχρῆμα δώσειν δίκην, ἀλλ᾽ οὐ διαλήσειν τὸν παρόντα χρόνον, οὐδ᾽ εἰς τοὺς παῖδας ἀναβληθήσεσθαι τὰς τιμωρίας.