This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[15]
σωθέντες δὲ καὶ τυχόντες ὧν ἐδεήθησαν, ἱερὸν ἐν Αἰγίνῃ κατεστήσαντο κοινὸν τῶν Ἑλλήνων, οὗπερ ἐκεῖνος ἐποιήσατο τὴν εὐχήν. καὶ κατ᾽ ἐκεῖνόν τε τὸν χρόνον ἕως ἦν μετ᾽ ἀνθρώπων, μετὰ καλλίστης ὢν δόξης διετέλεσεν: ἐπειδή τε μετήλλαξε τὸν βίον, λέγεται παρὰ Πλούτωνι καὶ Κόρῃ μεγίστας τιμὰς ἔχων παρεδρεύειν ἐκείνοις.