This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[140]
πόσην δὲ χρὴ προσδοκᾶν ἐπίδοσιν τὰ τῆς πόλεως λήψεσθαι, τοιαύτης εὐνοίας ἡμῖν παρὰ τῶν ἄλλων ὑπαρξάσης; πόσον δὲ πλοῦτον εἰς τὴν πόλιν εἰσρυήσεσθαι, δι᾽ ἡμῶν ἁπάσης τῆς Ἑλλάδος σωζομένης; τίνας δ᾽ οὐκ ἐπαινέσεσθαι τοὺς τοσούτων καὶ τηλικούτων ἀγαθῶν αἰτίους γεγενημένους;