This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[128]
ἔχων γὰρ βασιλείαν ἀσφαλεστάτην καὶ μεγίστην, ἐν ᾗ πολλὰ καὶ καλὰ διαπεπραγμένος ἦν καὶ κατὰ πόλεμον καὶ περὶ διοίκησιν τῆς πόλεως, ἅπαντα ταῦθ᾽ ὑπερεῖδεν, καὶ μᾶλλον εἵλετο τὴν δόξαν τὴν ἀπὸ τῶν πόνων καὶ τῶν ἀγώνων εἰς ἅπαντα τὸν χρόνον μνημονευθησομένην ἢ τὴν ῥᾳθυμίαν καὶ τὴν εὐδαιμονίαν τὴν διὰ τὴν βασιλείαν ἐν τῷ παρόντι γιγνομένην.