Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
νέα τάδε νεόθεν ἦλθέ μοι
κακὰ βαρύποτμὰ παρ᾽ ἀλαοῦ ξένου,
1450εἴ τι μοῖρα μὴ κιγχάνει.
μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.
ὁρᾷ ὁρᾷ ταῦτ᾽ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα,
1455τὰ δὲ παρ᾽ ἦμαρ αὖθις αὔξων ἄνω.
ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ. Οἰδίπους
ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,
τὸν πάντ᾽ ἄριστον δεῦρο Θησέα πόροι; Ἀντιγόνη
πάτερ, τί δ᾽ ἐστὶ τἀξίωμ᾽ ἐφ᾽ ᾧ καλεῖς; Οἰδίπους
1460Διὸς πτερωτὸς ἥδε μ᾽ αὐτίκ᾽ ἄξεται
βροντὴ πρὸς Ἅιδην: ἀλλὰ πέμψαθ᾽ ὡς τάχος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.