Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἔα ἔα, ἰδοὺ μάλ᾽ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.
1480ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷ
ματέρι τυγχάνεις ἀφεγγὲς φέρων.
ἐναισίου δὲ σοῦ τύχοιμι, μηδ᾽ ἄλαστον ἄνδρ᾽ ἰδὼν
ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ. Οἰδίπους
ἆρ᾽ ἐγγὺς ἁνήρ; ἆρ᾽ ἔτ᾽ ἐμψύχου, τέκνα,
κιχήσεταί μου καὶ κατορθοῦντος φρένα; Ἀντιγόνη
τί δ᾽ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί; Οἰδίπους
ἀνθ᾽ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν
1490δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.