previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οἰδίπους

Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.

Θησεύς

τί δῆτα χρῄζεις; δόμους στείχειν ἐμούς;

Οἰδίπους

εἴ μοι θέμις γ᾽ ἦν: ἀλλ᾽ χῶρός ἐσθ᾽ ὅδε,

Θησεύς

645ἐν τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι.

Οἰδίπους

ἐν κρατήσω τῶν ἔμ᾽ ἐκβεβληκότων.

Θησεύς

μέγ᾽ ἂν λέγοις δώρημα τῆς συνουσίας.

Οἰδίπους

εἰ σοί γ᾽ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.

Θησεύς

θάρσει τὸ τοῦδέ γ᾽ ἀνδρός: οὔ σε μὴ προδῶ.

Οἰδίπους

650οὔτοι σ᾽ ὑφ᾽ ὅρκου γ᾽ ὡς κακὸν πιστώσομαι.

Θησεύς

οὔκουν πέρα γ᾽ ἂν οὐδὲν λόγῳ φέροις.

Οἰδίπους
πῶς οὖν ποήσεις;

Θησεύς
τοῦ μάλιστ᾽ ὄκνος σ᾽ ἔχει;

Οἰδίπους
ἥξουσιν ἄνδρες

Θησεύς
ἀλλὰ τοῖσδ᾽ ἔσται μέλον.

Οἰδίπους
ὅρα με λείπων

Θησεύς
μὴ δίδασχ᾽ χρή με δρᾶν.

Οἰδίπους
ὀκνοῦντ᾽ ἀνάγκη.

Θησεύς
τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.

Οἰδίπους
οὐκ οἶσθ᾽ ἀπειλὰς

Θησεύς
οἶδ᾽ ἐγώ σε μή τινα
ἐνθένδ᾽ ἀπάξοντ᾽ ἄνδρα πρὸς βίαν ἐμοῦ.
πολλαὶ δ᾽ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη
θυμῷ κατηπείλησαν, ἀλλ᾽ νοῦς ὅταν
660αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.
κείνοις δ᾽ ἴσως κεἰ δείν᾽ ἐπερρώσθη λέγειν
τῆς σῆς ἀγωγῆς, οἶδ᾽ ἐγώ, φανήσεται
μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.
θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ
665γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε:
ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ᾽ ὅτι
τοὐμὸν φυλάξει σ᾽ ὄνομα μὴ πάσχειν κακῶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1899)
hide References (5 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 1352
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 941
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: