previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θησεύς

οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν
πρὸς τούσδε βωμούς, πάντ᾽ ἀναγκάσει λεὼν
ἄνιππον ἱππότην τε θυμάτων ἄπο
900σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι
μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,
ὡς μὴ παρέλθωσ᾽ αἱ κόραι, γέλως δ᾽ ἐγὼ
ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.
ἴθ᾽, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δ᾽ ἐγώ,
905εἰ μὲν δι᾽ ὀργῆς ἧκον, ἧς ὅδ᾽ ἄξιος,
ἄτρωτον οὐ μεθῆκ᾽ ἂν ἐξ ἐμῆς χερός.
νῦν δ᾽ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ᾽ ἔχων,
τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.
οὐ γάρ ποτ᾽ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν
910κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων:
ἐπεὶ δέδρακας οὔτ᾽ ἐμοῦ καταξίως
οὔθ᾽ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός:
ὅστις δίκαι᾽ ἀσκοῦσαν εἰσελθὼν πόλιν
κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ᾽ ἀφεὶς
915τὰ τῆσδε τῆς γῆς κύρι᾽, ὧδ᾽ ἐπεισπεσὼν
ἄγεις θ᾽ χρῄζεις καὶ παρίστασαι βίᾳ,
καί μοι πόλιν κένανδρον δούλην τινὰ
ἔδοξας εἶναι κἄμ᾽ ἴσον τῷ μηδενί.
καίτοι σε Θῆβαί γ᾽ οὐκ ἐπαίδευσαν κακόν:
920οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,
οὐδ᾽ ἄν σ᾽ ἐπαινέσειαν, εἰ πυθοίατο
συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ
ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.
οὔκουν ἔγωγ᾽ ἂν σῆς ἐπεμβαίνων χθονός,
925οὐδ᾽ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,
ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς
οὔθ᾽ εἷλκον οὔτ᾽ ἂν ἦγον, ἀλλ᾽ ἠπιστάμην
ξένον παρ᾽ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.
σὺ δ᾽ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν
930τὴν αὐτὸς αὑτοῦ, καί σ᾽ πληθύων χρόνος
γέρονθ᾽ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,
τὰς παῖδας ὡς τάχιστα δεῦρ᾽ ἄγειν τινά,
εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις
935εἶναι βίᾳ τε κοὐχ ἑκών: καὶ ταῦτά σοι
τῷ νῷ θ᾽ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.

Χορός

ὁρᾷς ἵν᾽ ἥκεις, ξέν᾽; ὡς ἀφ᾽ ὧν μὲν εἶ
φαίνει δίκαιος, δρῶν δ᾽ ἐφευρίσκει κακά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1047
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 101
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: