previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἥρη δ᾽ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
στᾶσ᾽ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου: αὐτίκα δ᾽ ἔγνω
155τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ:
Ζῆνα δ᾽ ἐπ᾽ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
μερμήριξε δ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη
160ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο:
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν αὐτήν,
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
χροιῇ, τῷ δ᾽ ὕπνον ἀπήμονά τε λιαρόν τε
165χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
βῆ δ᾽ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
κληῗδι κρυπτῇ, τὴν δ᾽ οὐ θεὸς ἄλλος ἀνῷγεν:
ἔνθ᾽ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
170ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳ
ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν:
τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀϋτμή.
175τῷ ῥ᾽ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιον ἑανὸν ἕσαθ᾽, ὅν οἱ Ἀθήνη
ἔξυσ᾽ ἀσκήσασα, τίθει δ᾽ ἐνὶ δαίδαλα πολλά:
180χρυσείῃς δ᾽ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
ἐν δ᾽ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
τρίγληνα μορόεντα: χάρις δ᾽ ἀπελάμπετο πολλή.
κρηδέμνῳ δ᾽ ἐφύπερθε καλύψατο δῖα θεάων
185καλῷ νηγατέῳ: λευκὸν δ᾽ ἦν ἠέλιος ὥς:
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ᾽ Ἀφροδίτην
τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε:
190 ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
οὕνεκ᾽ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Commentary references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: