previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘‘‘‘‘ 280τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.

τοῖσι δ᾽ ἔπειτ᾽ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
Αἰτωλῶν ὄχ᾽ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
ἐσθλὸς δ᾽ ἐν σταδίῃ: ἀγορῇ δέ παῦροι Ἀχαιῶν
νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων:
285 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
πόποι μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι,
οἷον δ᾽ αὖτ᾽ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
Ἕκτωρ: θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
χερσὶν ὑπ᾽ Αἴαντος θανέειν Τελαμωνιάδαο.
290ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
Ἕκτορ᾽, δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ᾽ ἔλυσεν,
ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι: οὐ γὰρ ἄτερ γε
Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
295πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι:
αὐτοὶ δ᾽, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ᾽ εἶναι,
στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
δούρατ᾽ ἀνασχόμενοι: τὸν δ᾽ οἴω καὶ μεμαῶτα
θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
300

ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο:
οἳ μὲν ἄρ᾽ ἀμφ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
Τεῦκρον Μηριόνην τε Μέγην τ᾽ ἀτάλαντον Ἄρηϊ
ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον: αὐτὰρ ὀπίσσω
305 πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.

Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ
μακρὰ βιβάς: πρόσθεν δὲ κί᾽ αὐτοῦ Φοῖβος Ἀπόλλων
εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ᾽ αἰγίδα θοῦριν
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ᾽, ἣν ἄρα χαλκεὺς
310Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν:
τὴν ἄρ᾽ γ᾽ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
’’’’’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (1):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 12.372
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: