previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘‘

ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι,
ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.

Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
115πλῆξ᾽ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
ἀντικρὺ δ᾽ ἀπάραξε: τὸ μὲν Τελαμώνιος Αἴας
πῆλ᾽ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ᾽ ἀπ᾽ αὐτοῦ
αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
γνῶ δ᾽ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
120ἔργα θεῶν, ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην:
χάζετο δ᾽ ἐκ βελέων. τοὶ δ᾽ ἔμβαλον ἀκάματον πῦρ
νηῒ θοῇ: τῆς δ᾽ αἶψα κατ᾽ ἀσβέστη κέχυτο φλόξ.
ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν: αὐτὰρ Ἀχιλλεὺς
125μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν:
ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε:
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν:
μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται:
δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.
130

ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
135ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε:
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
εἵλετο δ᾽ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.
140ἔγχος δ᾽ οὐχ ἕλετ᾽ οἶον ἀμύμονος Αἰακίδαο
βριθὺ μέγα στιβαρόν: τὸ μὲν οὐ δύνατ᾽ ἄλλος Ἀχαιῶν
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.
145ἵππους δ᾽ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
τὸν μετ᾽ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,
150τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
τόν ῥά ποτ᾽ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ᾽ Ἀχιλλεύς,
ὃς καὶ θνητὸς ἐὼν ἕπεθ᾽ ἵπποις ἀθανάτοισι.
’’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: