previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔνθ᾽ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
35ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ᾽ αὐτὸς
ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
ἐννύχιος προμολών: δ᾽ ἐρινεὸν ὀξέϊ χαλκῷ
τάμνε νέους ὄρπηκας, ἵν᾽ ἅρματος ἄντυγες εἶεν:
τῷ δ᾽ ἄρ᾽ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
40καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε:
κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ᾽ ἔδωκεν
Ἴμβριος Ἠετίων, πέμψεν δ᾽ ἐς δῖαν Ἀρίσβην:
ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
45ἕνδεκα δ᾽ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
ἐλθὼν ἐκ Λήμνοιο: δυωδεκάτῃ δέ μιν αὖτις
χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε
πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
τὸν δ᾽ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
50γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ᾽ ἔχεν ἔγχος,
ἀλλὰ τὰ μέν ῥ᾽ ἀπὸ πάντα χαμαὶ βάλε: τεῖρε γὰρ ἱδρὼς
φεύγοντ᾽ ἐκ ποταμοῦ, κάματος δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα:
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
πόποι μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι:
55 μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
οἷον δὴ καὶ ὅδ᾽ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
Λῆμνον ἐς ἠγαθέην πεπερημένος: οὐδέ μιν ἔσχε
πόντος ἁλὸς πολιῆς, πολέας ἀέκοντας ἐρύκει.
60ἀλλ᾽ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
ἄρ᾽ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, μιν ἐρύξει
γῆ φυσίζοος, τε κατὰ κρατερόν περ ἐρύκει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Commentary references to this page (3):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 17.413
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 7.211
    • Walter Leaf, Commentary on the Iliad (1900), 20.258
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: