previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἳ δ᾽ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
Βρυσειάς τ᾽ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
οἵ τ᾽ ἄρ᾽ Ἀμύκλας εἶχον Ἕλος τ᾽ ἔφαλον πτολίεθρον,
585οἵ τε Λάαν εἶχον ἠδ᾽ Οἴτυλον ἀμφενέμοντο,
τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
ἑξήκοντα νεῶν: ἀπάτερθε δὲ θωρήσσοντο:
ἐν δ᾽ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
ὀτρύνων πόλεμον δέ: μάλιστα δὲ ἵετο θυμῷ
590τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.

οἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
595ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
Οἰχαλίηθεν ἰόντα παρ᾽ Εὐρύτου Οἰχαλιῆος:
στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο:
αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν
600θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν:
τῶν αὖθ᾽ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ:
τῷ δ᾽ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

οἳ δ᾽ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
Αἰπύτιον παρὰ τύμβον ἵν᾽ ἀνέρες ἀγχιμαχηταί,
605οἳ Φενεόν τ᾽ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
Στύμφηλόν τ᾽ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
τῶν ἦρχ᾽ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
610ἑξήκοντα νεῶν: πολέες δ᾽ ἐν νηῒ ἑκάστῃ
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
  • Commentary references to this page (2):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Walter Leaf, Commentary on the Iliad (1900), 11.711
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), AEPY
    • Dictionary of Greek and Roman Geography (1854), EPITA´LIUM
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (2):
  • Cross-references in text-specific dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: