previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘’

ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ:
ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
ἄντυξ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.

Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
120ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντε,
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης:
τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
οὐ μὲν γάρ ποτ᾽ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
125τὸ πρίν: ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
σῷ θάρσει, τ᾽ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας:
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθας,
οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
130οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν:
ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
σεῦε κατ᾽ ἠγάθεον Νυσήϊον: αἳ δ᾽ ἅμα πᾶσαι
θύσθλα χαμαὶ κατέχευαν ὑπ᾽ ἀνδροφόνοιο Λυκούργου
135θεινόμεναι βουπλῆγι: Διώνυσος δὲ φοβηθεὶς
δύσεθ᾽ ἁλὸς κατὰ κῦμα, Θέτις δ᾽ ὑπεδέξατο κόλπῳ
δειδιότα: κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
τῷ μὲν ἔπειτ᾽ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς: οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
140ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν:
οὐδ᾽ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.

τὸν δ᾽ αὖθ᾽ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός:
145Τυδεΐδη μεγάθυμε τί γενεὴν ἐρεείνεις;
οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
φύλλα τὰ μέν τ᾽ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ᾽ ὕλη
τηλεθόωσα φύει, ἔαρος δ᾽ ἐπιγίγνεται ὥρη:
ὣς ἀνδρῶν γενεὴ μὲν φύει δ᾽ ἀπολήγει.
150εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ᾽ ἐῢ εἰδῇς
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν:
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
ἔνθα δὲ Σίσυφος ἔσκεν, κέρδιστος γένετ᾽ ἀνδρῶν,
Σίσυφος Αἰολίδης: δ᾽ ἄρα Γλαῦκον τέκεθ᾽ υἱόν,
155αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
  • Commentary references to this page (4):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 12.51
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 8.222
    • Walter Leaf, Commentary on the Iliad (1900), 20.429
    • Walter Leaf, Commentary on the Iliad (1900), 7.102
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.4
  • Cross-references in notes to this page (2):
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: