previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘ αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
ἡβῷμ᾽ ὡς ὅτ᾽ ἐπ᾽ ὠκυρόῳ Κελάδοντι μάχοντο
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι
135Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
τοῖσι δ᾽ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς
τεύχε᾽ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος
δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
140οὕνεκ᾽ ἄρ᾽ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,
στεινωπῷ ἐν ὁδῷ ὅθ᾽ ἄρ᾽ οὐ κορύνη οἱ ὄλεθρον
χραῖσμε σιδηρείη: πρὶν γὰρ Λυκόοργος ὑποφθὰς
145δουρὶ μέσον περόνησεν, δ᾽ ὕπτιος οὔδει ἐρείσθη:
τεύχεα δ᾽ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος:
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,
δῶκε δ᾽ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι:
150τοῦ γε τεύχε᾽ ἔχων προκαλίζετο πάντας ἀρίστους.
οἳ δὲ μάλ᾽ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη:
ἀλλ᾽ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν
θάρσεϊ : γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων:
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
155τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα:
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
εἴθ᾽ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη:
τώ κε τάχ᾽ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
ὑμέων δ᾽ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν
160οὐδ᾽ οἳ προφρονέως μέμαθ᾽ Ἕκτορος ἀντίον ἐλθεῖν.

ὣς νείκεσσ᾽ γέρων, οἳ δ᾽ ἐννέα πάντες ἀνέσταν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
τῷ δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
165τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,
ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς:
πάντες ἄρ᾽ οἵ γ᾽ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
170τοῖς δ᾽ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ:
κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν:
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,
καὶ δ᾽ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
  • Commentary references to this page (2):
    • Walter Leaf, Commentary on the Iliad (1900), 23.709
    • Walter Leaf, Commentary on the Iliad (1900), 5.481
  • Cross-references to this page (4):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: