previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

345

ὣς φάτο Τηλέμαχος: μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
οἱ δ᾽ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον: ὄσσε δ᾽ ἄρα σφέων
δακρυόφιν πίμπλαντο, γόον δ᾽ ὠΐετο θυμός.
350τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής:

δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
αἵματι δ᾽ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι:
355εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον: ἠέλιος δὲ
οὐρανοῦ ἐξαπόλωλε, κακὴ δ᾽ ἐπιδέδρομεν ἀχλύς.

ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν.
τοῖσιν δ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν:
360

ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.

τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:
Εὐρύμαχ᾽, οὔ τί σ᾽ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν:
365εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ᾽ ἀλέαιτο
μνηστήρων, οἳ δῶμα κάτ᾽ ἀντιθέου Ὀδυσῆος
370ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.

ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
ἵκετο δ᾽ ἐς Πείραιον, μιν πρόφρων ὑπέδεκτο.
μνηστῆρες δ᾽ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες:
375ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:

Τηλέμαχ᾽, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος:
οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
ἔμπαιον οὐδὲ βίης, ἀλλ᾽ αὔτως ἄχθος ἀρούρης.
380ἄλλος δ᾽ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
ἀλλ᾽ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη:
τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.

ὣς ἔφασαν μνηστῆρες: δ᾽ οὐκ ἐμπάζετο μύθων,
385ἀλλ᾽ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.

δὲ κατ᾽ ἄντηστιν θεμένη περικαλλέα δίφρον
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
390δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ᾽ ἱέρευσαν:
δόρπου δ᾽ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
οἷον δὴ τάχ᾽ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
θησέμεναι: πρότεροι γὰρ ἀεικέα μηχανόωντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (2 total)
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: