previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
140νύκτας δ᾽ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς:
ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,
καὶ τότε δή τις ἔειπε γυναικῶν, σάφα ᾔδη,
145καὶ τήν γ᾽ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ᾽, ὑπ᾽ ἀνάγκης.

εὖθ᾽ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
πλύνασ᾽, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
καὶ τότε δή ῥ᾽ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
150ἀγροῦ ἐπ᾽ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
ἔνθ᾽ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ:
τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
ἵκοντο προτὶ ἄστυ περικλυτόν, τοι Ὀδυσσεὺς
155ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθ᾽ ἡγεμόνευε.
τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματ᾽ ἔχοντα,
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
σκηπτόμενον: τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο:
οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
160ἐξαπίνης προφανέντ᾽, οὐδ᾽ οἳ προγενέστεροι ἦσαν,
ἀλλ᾽ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
αὐτὰρ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ:
ἀλλ᾽ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
165σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχε᾽ ἀείρας
ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
αὐτὰρ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
170οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
νευρὴν ἐντανύσαι, πολλὸν δ᾽ ἐπιδευέες ἦμεν.
ἀλλ᾽ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
ἔνθ᾽ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
τόξον μὴ δόμεναι, μηδ᾽ εἰ μάλα πολλ᾽ ἀγορεύοι:
175Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
αὐτὰρ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
ῥηϊδίως δ᾽ ἐτάνυσσε βιόν, διὰ δ᾽ ἧκε σιδήρου,
στῆ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἰών, ταχέας δ᾽ ἐκχεύατ᾽ ὀϊστοὺς
δεινὸν παπταίνων, βάλε δ᾽ Ἀντίνοον βασιλῆα.
180αὐτὰρ ἔπειτ᾽ ἄλλοις ἐφίει βέλεα στονόεντα,
ἄντα τιτυσκόμενος: τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον.
γνωτὸν δ᾽ ἦν ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν:
αὐτίκα γὰρ κατὰ δώματ᾽ ἐπισπόμενοι μένεϊ σφῷ
κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτ᾽ ἀεικὴς
185κράτων τυπτομένων, δάπεδον δ᾽ ἅπαν αἵματι θῦεν.
ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθ᾽, ὧν ἔτι καὶ νῦν
σώματ᾽ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος:
οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθ᾽ ἑκάστου,
οἵ κ᾽ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
190κατθέμενοι γοάοιεν: γὰρ γέρας ἐστὶ θανόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: