previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις:
κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
150ὀφθαλμῶν τε βολαὶ κεφαλή τ᾽ ἐφύπερθέ τε χαῖται.
καὶ νῦν τοι ἐγὼ μεμνημένος ἀμφ᾽ Ὀδυσῆι
μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
ἀμφ᾽ ἐμοί, αὐτὰρ πικρὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβε,
χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχών.
155

τὸν δ᾽ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:
Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
κείνου μέν τοι ὅδ᾽ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις:
ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ᾽ ἐνὶ θυμῷ
ὧδ᾽ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
160ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ᾽ αὐδῇ.
αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
τῷ ἅμα πομπὸν ἕπεσθαι: ἐέλδετο γάρ σε ἰδέσθαι,
ὄφρα οἱ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
πολλὰ γὰρ ἄλγε᾽ ἔχει πατρὸς πάϊς οἰχομένοιο
165ἐν μεγάροις, μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
ὡς νῦν Τηλεμάχῳ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
εἴσ᾽ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.

τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
πόποι, μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
170ἵκεθ᾽, ὃς εἵνεκ᾽ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους:
καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ᾽ ἔτευξα,
175ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ
καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
αἳ περιναιετάουσιν, ἀνάσσονται δ᾽ ἐμοὶ αὐτῷ.
καί κε θάμ᾽ ἐνθάδ᾽ ἐόντες ἐμισγόμεθ᾽: οὐδέ κεν ἡμέας
ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
180πρίν γ᾽ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Commentary references to this page (2):
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 12.188
    • Walter Leaf, Commentary on the Iliad (1900), 15.254
  • Cross-references to this page (1):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, A. Vokale.
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: