previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
ἂν δ᾽ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο
5Φαιήκων ἀγορήνδ᾽, σφιν παρὰ νηυσὶ τέτυκτο.
ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
πλησίον. δ᾽ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
10καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον:

δεῦτ᾽ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
15

ὣς εἰποῦσ᾽ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
καρπαλίμως δ᾽ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
ἀγρομένων: πολλοὶ δ᾽ ἄρ᾽ ἐθηήσαντο ἰδόντες
υἱὸν Λαέρταο δαΐφρονα: τῷ δ᾽ ἄρ᾽ Ἀθήνη
θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
20καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
δεινός τ᾽ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ᾽ Ὀδυσῆος.
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
25τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε:

κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
ξεῖνος ὅδ᾽, οὐκ οἶδ᾽ ὅς τις, ἀλώμενος ἵκετ᾽ ἐμὸν δῶ,
ἠὲ πρὸς ἠοίων ἑσπερίων ἀνθρώπων:
30πομπὴν δ᾽ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
ἡμεῖς δ᾽, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται,
ἐνθάδ᾽ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
35πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
δησάμενοι δ᾽ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
ἔκβητ᾽: αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
ἡμέτερόνδ᾽ ἐλθόντες: ἐγὼ δ᾽ ἐὺ πᾶσι παρέξω.
40κούροισιν μὲν ταῦτ᾽ ἐπιτέλλομαι: αὐτὰρ οἱ ἄλλοι
σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
ἔρχεσθ᾽, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
Δημόδοκον: τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
45τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. Walter Merry, James Riddell, D. B. Monro, 1886)
hide References (5 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 1.1
  • Cross-references to this page (2):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.2
    • Harper's, Demodŏcus
  • Cross-references in text-specific dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: