This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
καὶ τροφὴν ταύτῃ πορίσαι κελεύω. ἔσται δ᾽ αὕτη τίς ἡ δύναμις καὶ πόση, καὶ πόθεν τὴν τροφὴν ἕξει, καὶ πῶς ταῦτ᾽ ἐθελήσει ποιεῖν; ἐγὼ φράσω, καθ᾽ ἕκαστον τούτων διεξιὼν χωρίς. ξένους μὲν λέγω—καὶ ὅπως μὴ ποιήσεθ᾽ ὃ πολλάκις ὑμᾶς ἔβλαψεν: πάντ᾽ ἐλάττω νομίζοντες εἶναι τοῦ δέοντος, καὶ τὰ μέγιστ᾽ ἐν τοῖς ψηφίσμασιν αἱρούμενοι, ἐπὶ τῷ πράττειν οὐδὲ τὰ μικρὰ ποιεῖτε: ἀλλὰ τὰ μικρὰ ποιήσαντες καὶ πορίσαντες τούτοις προστίθετε, ἂν ἐλάττω φαίνηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.