This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[139]
ὃν δὲ τρόπον, φράσω πρὸς ὑμᾶς ἐγώ. ἦλθον ὡς αὐτὸν πρέσβεις ἐκ Θηβῶν ὅτε περ καὶ παρ᾽ ὑμῶν ἡμεῖς ἦμεν ἐκεῖ. τούτοις χρήματ᾽ ἐκεῖνος ἐβούλετο δοῦναι, καὶ πάνυ γ᾽, ὡς ἔφασαν, πολλά. οὐκ ἐδέξαντ᾽ οὐδ᾽ ἔλαβον ταῦθ᾽ οἱ τῶν Θηβαίων πρέσβεις. μετὰ ταῦτ᾽ ἐν θυσίᾳ τινὶ καὶ δείπνῳ πίνων καὶ φιλανθρωπευόμενος πρὸς αὐτοὺς ὁ Φίλιππος ἄλλα τε δὴ πολλά, οἷον αἰχμάλωτα καὶ τοιαῦτα, καὶ τελευτῶν ἐκπώματ᾽ ἀργυρᾶ καὶ χρυσᾶ προὔπινεν αὐτοῖς. πάντα ταῦτ᾽ ἐκεῖνοι διεωθοῦντο καὶ οὐδαμῇ προΐενθ᾽ αὑτούς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.