This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[84]
λαβὲ δὴ καὶ τὸ τῷ Χαβρίᾳ ψήφισμα ψηφισθέν. ὅρα δὴ καὶ σκόπει: δεῖ γὰρ αὔτ᾽ ἐνταῦθ᾽ εἶναί που.ἐγὼ δ᾽ ἔτι τοῦτ᾽ εἰπεῖν ὑπὲρ Χαβρίου βούλομαι. ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τιμῶντές ποτ᾽ Ἰφικράτην, οὐ μόνον αὐτὸν ἐτιμήσατε, ἀλλὰ καὶ δι᾽ ἐκεῖνον Στράβακα καὶ Πολύστρατον: καὶ πάλιν, Τιμοθέῳ διδόντες τὴν δωρειάν, δι᾽ ἐκεῖνον ἐδώκατε καὶ Κλεάρχῳ καί τισιν ἄλλοις πολιτείαν: Χαβρίας δ᾽ αὐτὸς ἐτιμήθη παρ᾽ ὑμῖν μόνος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.