This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[126]
ὅσα μὲν τοίνυν εἴς τε τὴν λῃτουργίαν καὶ τὸ σῶμ᾽ ὑβρίσθην, καὶ πάντ᾽ ἐπιβουλευόμενος τρόπον καὶ πάσχων κακῶς ἐκπέφευγα, ἀκηκόατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι. καὶ παραλείπω δὲ πολλά: οὐ γὰρ ἴσως ῥᾴδιον πάντ᾽ εἰπεῖν. ἔχει δ᾽ οὕτως. οὐκ ἔστ᾽ ἐφ᾽ ὅτῳ τῶν πεπραγμένων ἐγὼ μόνος ἠδίκημαι, ἀλλ᾽ ἐπὶ μὲν τοῖς εἰς τὸν χορὸν γεγενημένοις ἀδικήμασιν ἡ φυλή, δέκατον μέρος ὑμῶν, συνηδίκηται, ἐπὶ δ᾽ οἷς ἔμ᾽ ὕβρισε καὶ ἐπεβούλευσεν οἱ νόμοι, δι᾽ οὓς εἷς ἕκαστος ὑμῶν σῶς ἐστιν: ἐφ᾽ ἅπασι δὲ τούτοις ὁ θεός, ᾧ χορηγὸς ἐγὼ καθειστήκειν, καὶ τὸ τῆς ὁσίας, ὁτιδήποτ᾽ ἐστί, τὸ σεμνὸν καὶ τὸ δαιμόνιον συνηδίκηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.