This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
ὡς οὖν οὐκ ὦφλ᾽ ὁ πατήρ σου, τοῦτ᾽ ἐπίδειξον, ἢ ὡς οὐκ ἀποδρὰς ἐξῆλθεν ἐκ τοῦ δεσμωτηρίου, ἀλλὰ τὰ χρήματ᾽ ἐκτείσας. εἰ δὲ μὴ ταῦθ᾽ ἕξεις δεικνύναι, οὐκ ἐξὸν γέγραφας: κληρονόμον γάρ σε καθίστησ᾽ ὁ νόμος τῆς ἀτιμίας τῆς τοῦ πατρός, ὄντι δ᾽ ἀτίμῳ σοι λέγειν οὐ προσῆκεν οὐδὲ γράφειν. καὶ περὶ μὲν τῶν νόμων οὓς παρεγραψάμεθα, οἶμαι δεῖν ὑμᾶς, ἄν τι φενακίζειν ἐγχειρῇ καὶ παράγειν οὗτος, ταῦθ᾽ ὑπολαμβάνειν ἃ διεξελήλυθ᾽ ἐγώ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.