This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[200]
ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστ᾽ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πράττων ἐπ᾽ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς ἃ καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτ᾽ ἀναλίσκει. ταῦτα δ᾽ ἐστὶν τί; ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει: καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλ᾽ ἀναγκαζόμενος: καὶ οὗτος ὁ χρηστὸς περιορᾷ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.