This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
καὶ τοσούτῳ δεινότερ᾽ Εὐκτήμονος ἠδικήθην ὑπ᾽ αὐτοῦ, ὥσθ᾽ ὁ μὲν Εὐκτήμων εἰς χρήματ᾽ ἔσθ᾽ ἃ κακῶς ἔπαθεν, ἐγὼ δ᾽, εἰ κατώρθωσεν ἐκεῖνος ἣν ἐπ᾽ ἔμ᾽ ἦλθεν ὁδόν, οὐχ ὅτι τῶν ὄντων ἂν ἀπεστερήμην, ἀλλ᾽ οὐδ᾽ ἂν ἔζων, οὐδ᾽ ὃ κοινὸν ἅπασίν ἐστιν, ἀπαλλαγῆναι τοῦ βίου, ῥᾴδιον ἦν ἄν μοι. αἰτιασάμενος γάρ μ᾽ ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν ἐμαυτοῦ πατέρ᾽ ὡς ἀπέκτονα, ἀσεβείας γραφὴν κατασκευάσας εἰς ἀγῶνα κατέστησεν. ἐν δὲ τούτῳ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαβὼν ὦφλε χιλίας, ἐγὼ δ᾽, ὥσπερ ἦν δίκαιον, μάλιστα μὲν διὰ τοὺς θεούς, ἔπειτα δὲ καὶ διὰ τοὺς δικάζοντας ὑμῶν ἐσώθην,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.