This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οἶδα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ὅτι πρὸς ἄνδρας καὶ λέγειν ἱκανοὺς καὶ παρασκευάσασθαι δυναμένους χαλεπόν ἐστιν εἰς ἀγῶνα καθίστασθαι περὶ τῶν ὄντων ἁπάντων, ἄπειρον ὄντα παντάπασι πραγμάτων διὰ τὴν ἡλικίαν: ὅμως δέ, καίπερ πολὺ τούτων καταδεέστερος ὤν, πολλὰς ἐλπίδας ἔχω καὶ παρ᾽ ὑμῖν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ γεγενημένα διεξελθεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν, ὥσθ᾽ ὑμᾶς μήτ᾽ ἀπολειφθῆναι τῶν πραγμάτων μηδὲ καθ᾽ ἓν μήτ᾽ ἀγνοῆσαι περὶ ὧν δεήσει τὴν ψῆφον ἐνεγκεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.