This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
πάντων δ᾽ ἀτοπώτατόν ἐστιν, λέγοντας ὡς ὁ πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον, τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν, ἐξ ἧς ἦν εἰδέναι τἀκριβές, τηλικαύτην δ᾽ ἀνελόντας μαρτυρίαν οὕτως οἴεσθαι δεῖν εἰκῇ πιστεύεσθαι παρ᾽ ὑμῖν. ἀλλ᾽ ἐχρῆν, ἐπειδὴ τάχιστ᾽ ἐτελεύτησεν ὁ πατήρ, εἰσκαλέσαντας μάρτυρας πολλοὺς παρασημήνασθαι κελεῦσαι τὰς διαθήκας, ἵν᾽ εἴ τι ἐγίγνετ᾽ ἀμφισβητήσιμον, ἦν εἰς τὰ γράμματα ταῦτ᾽ ἐπανελθεῖν καὶ τὴν ἀλήθειαν πάντων εὑρεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.