This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
καὶ πρὸς τούτοις ἡ μήτηρ κατ᾽ ἐμοῦ καὶ τῆς ἀδελφῆς, οἳ μόνοι παῖδές ἐσμεν αὐτῇ, δι᾽ οὓς κατεχήρευσε τὸν βίον, πίστιν ἤθελεν ἐπιθεῖναι παραστησαμένη, τὸν ἄνθρωπον τοῦτον ἀφεῖναι τὸν πατέρ᾽ ἡνίκ᾽ ἐτελεύτα, καὶ νομίζεσθαι παρ᾽ ἡμῖν τοῦτον ἐλεύθερον: ἣν μηδεὶς ὑμῶν νομιζέτω καθ᾽ ἡμῶν ποτ᾽ ἂν ὀμνύναι ταῦτ᾽ ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκ᾽ ὀμουμένη. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ ταῦτ᾽ ἦμεν ἕτοιμοι ποιεῖν, κάλει τούτων τοὺς μάρτυρας.“Μάρτυρες”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.