This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[69]
οὐ γὰρ ἔφθη Θεόπομπος τὴν ἐπιδικασίαν ποιησάμενος τοῦ κλήρου τοῦ Ἁγνίου τὸν τρόπον τοῦτον ὃν ὑμεῖς ἀκηκόατε, καὶ εὐθὺς ἐνεδείξατο ὅτι τὰ οὐδὲν προσήκοντα ἑαυτῷ ἔχειν ἐνόμιζεν. ὃ γὰρ ἦν πλείστου ἄξιον ἐν τοῖς χωρίοις τοῖς Ἁγνίου καὶ ἐθαυμάζετο μάλιστα ὑπὸ τῶν προσχώρων καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώπων, αἱ ἐλᾶαι, ταύτας ἐξώρυττον καὶ ἐξεπρέμνιζον, πλέον ἢ χίλια στελέχη, ὅθεν ἔλαιον πολὺ ἐγίγνετο. ταύτας οὗτοι ἀπέδοντο ἐκπρεμνίσαντες, καὶ ἀργύριον ὑπέρπολυ ἔλαβον. καὶ ταῦτ᾽ ἐποίουν οὗτοι ἐπιδίκου ὄντος τοῦ κλήρου τοῦ Ἁγνίου κατὰ τὸν νόμον, καθ᾽ ὅνπερ οὗτοι τὴν τουτουὶ μητέρα προσεκαλέσαντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.