This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[85]
ἐγὼ δὲ τούτῳ μὲν χαίρειν λέγω, οὓς δ᾽ ὁ πατήρ μοι παρέδωκε βοηθοὺς καὶ φίλους, εἰς τούτους ἥκω, εἰς ὑμᾶς, ὦ ἄνδρες δικασταί. καὶ δέομαι καὶ ἀντιβολῶ καὶ ἱκετεύω, μὴ ὑπερίδητέ με καὶ τὰς θυγατέρας δι᾽ ἔνδειαν τοῖς ἐμαυτοῦ δούλοις καὶ τοῖς τούτου κόλαξιν ἐπίχαρτον γενόμενον. οὑμὸς ὑμῖν πατὴρ χιλίας ἔδωκεν ἀσπίδας, καὶ πολλὰ χρήσιμον αὑτὸν παρέσχε, καὶ πέντε τριήρεις ἐθελοντὴς ἐπιδοὺς καὶ παρ᾽ αὑτοῦ πληρώσας ἐτριηράρχησε τριηραρχίας. καὶ ταῦτα, οὐκ ὀφείλειν ὑμᾶς νομίζων χάριν ἡμῖν, ὑπομιμνῄσκω (ἡμεῖς γὰρ ὀφείλομεν ὑμῖν), ἀλλ᾽ ἵνα μὴ λάθω τι παθὼν τούτων ἀνάξιον: οὐδὲ γὰρ ὑμῖν ἂν γένοιτο καλόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.