This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
ἔτι δὲ συνέβη τῆς νυκτὸς ὥρᾳ ἔτους ὕδωρ καὶ βροντὰς καὶ ἄνεμον μέγαν γενέσθαι (ὑπ᾽ αὐτὰς γὰρ Πλειάδων δύσεις οἱ χρόνοι οὗτοι ἦσαν), ἐξ ὧν τίνα οὐκ οἴεσθε, ὦ ἄνδρες δικασταί, τοῖς στρατιώταις ἀθυμίαν ἐμπεσεῖν; πόσην δέ μοι μετὰ ταῦτα ἀπόλειψιν γενέσθαι πάλιν, τῶν ἀρχαίων ναυτῶν ταλαιπωρουμένων μὲν πολλά, ὠφελουμένων δὲ βραχέα, ὅσα ἐγὼ δυναίμην ἑκάστῳ δανειζόμενος ἐπαρκέσαι πρὸς ᾧ πρότερον εἶχον παρ᾽ ἐμοῦ, ἐπεὶ ὅ γε στρατηγὸς οὐδὲ τὸ ἐφ᾽ ἡμέραν αὐτοῖς τροφὴν διαρκῆ ἐδίδου. καὶ ἤδη τρεῖς μῆνες ἐπετετριηράρχηντό μοι, καὶ οὐδέπω οὗτος ἧκεν ἐπὶ τὴν ναῦν, ἀλλ᾽ ἐμισθούμην ναύτας ἀντὶ τῶν ἀπολιπόντων, δανειζόμενος ἀργύριον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.