This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
ἐπειδὴ δ᾽ οὐκέτι χρεία ἦν αὐτῷ τριήρων, ἐμβιβάσας μοι Λυκῖνον τὸν Παλληνέα ἄρχοντα εἰς τὴν ναῦν, καὶ προστάξας αὐτῷ καθ᾽ ἡμέραν ἀργύριον διδόναι τοῖς ναύταις, ἀποπλεῖν οἴκαδέ με ἐκέλευεν. ἐπειδὴ τοίνυν καταπλέοντες οἴκαδε ἦμεν ἐν Τενέδῳ, καὶ οὔτε ὁ Λυκῖνος, ᾧ προσέταξεν ὁ Τιμόμαχος, ἐδίδου τοῖς ναύταις σιτηρέσιον (οὐ γὰρ ἔφη ἔχειν, ἀλλ᾽ ἐκ Μυτιλήνης λήψεσθαι), οἵ τε στρατιῶται εἶχον οὐδὲν ὅτου ἂν ἐπεσιτίσαντο, ἄσιτοι δὲ οὐκ ἂν ἐδύναντο ἐλαύνειν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.