next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετ᾽, ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότ᾽ ἂν καὶ αὐτὸς ἐπειρώμην γιγνώσκω λέγειν: ἐπειδὴ δ᾽ ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, περὶ τούτων νυνὶ σκοπεῖτε, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν. [2] εἰ μὲν οὖν εἶχεν καλῶς τὰ πράγματα, οὐδὲν ἂν ἔδει συμβουλεύειν: ἐπειδὴ δ᾽ ὅσην ἅπαντες ὁρᾶτ᾽ ἔχει δυσκολίαν, ὡς ἐκ τοιούτων πειράσομαι συμβουλεύειν κράτιστ᾽ εἶναι νομίζω. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖν᾽ ἐγνωκέναι δεῖ, ὡς οὐδὲν ὧν ἐποιεῖτ᾽ ἐπὶ τοῦ πολεμεῖν ὄντες τοῦ λοιποῦ πρακτέον ἐστίν, ἀλλὰ πάντα τἀναντία: εἰ γὰρ ἐκεῖνα φαῦλα πεποίηκε τὰ πράγματα, τἀναντί᾽ εἰκὸς βελτίω ποιῆσαι. [3] ἔπειτα νομιστέον οὐχ ὃς ἂν ὑμῖν μηδὲν μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγεινὁρᾶτε γὰρ ὡς ἐκ τῶν τοιούτων ἐλπίδων καὶ λόγων εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα), ἀλλ᾽ ὃς ἂν τὸ χαρίζεσθαι παρείς, δεῖ καὶ δι᾽ ὧν παυσαίμεθ᾽ <ἂν> αἰσχύνην ὀφλισκάνοντες καὶ ζημιούμενοι, ταῦτα λέγῃ. καὶ γὰρ ὡς ἀληθῶς, εἰ μέν, ὅσ᾽ ἂν τῷ λόγῳ τις ὑπερβῇ λυπῆσαι μὴ βουλόμενος, καὶ τὰ πράγμαθ᾽ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν: εἰ δ᾽ τῶν λόγων χάρις, ἂν μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστιν φενακίζειν ἑαυτοὺς καὶ μετὰ τῆς ἐσχάτης ἀνάγκης πρᾶξαι ταῦθ᾽ πάλαι 'θελοντὰς προσῆκεν ποιεῖν.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: