previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλέων

790καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.

Ἀλλαντοπώλης

καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ᾽ ἐν ταῖς φιδάκναισι
καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
795τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ᾽ ἀπελαύνεις
ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.

Κλέων

ἵνα γ᾽ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
ὡς τοῦτον δεῖ ποτ᾽ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
ἢν ἀναμείνῃ: πάντως δ᾽ αὐτὸν θρέψω γ᾽ὼ καὶ θεραπεύσω,
800ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.

Ἀλλαντοπώλης

οὐχ ἵνα γ᾽ ἄρξῃ μὰ Δί᾽ Ἀρκαδίας προνοούμενος, ἀλλ᾽ ἵνα μᾶλλον
σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, δὲ δῆμος
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης πανουργεῖς μὴ καθορᾷ σου,
ἀλλ᾽ ὑπ᾽ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
805ἢν δέ ποτ᾽ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου:
εἶθ᾽ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
σὺ γιγνώσκων τόνδ᾽ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.

Κλέων

810οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ᾽ ἔστ᾽ ἐμὲ καὶ διαβάλλειν
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;

Ἀλλαντοπώλης

πόλις Ἄργους κλύεθ᾽ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
815καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
ἀφελών τ᾽ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν:
σὺ δ᾽ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
διατειχίζων καὶ χρησμῳδῶν, Θεμιστοκλεῖ ἀντιφερίζων.
κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δ᾽ Ἀχιλλείων ἀπομάττει.

Κλέων

820οὔκουν ταυτὶ δεινὸν ἀκούειν Δῆμ᾽ ἐστίν μ᾽ ὑπὸ τούτου,
ὁτιή σε φιλῶ;

Δῆμος
παὖ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.

Ἀλλαντοπώλης

μιαρώτατος, Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 1.3.1
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: