previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κλέων

οὐκ ὦγαθοὶ ταῦτ᾽ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
ἐμοὶ γάρ ἐστ᾽ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
845ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
ἕως ἂν τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.

Ἀλλαντοπώλης

ἐπίσχες ἐν ταῖς ἀσπίσιν: λαβὴν γὰρ ἐνδέδωκας.
οὐ γάρ σ᾽ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
850ἀλλ᾽ ἐστὶ τοῦτ᾽ Δῆμε μηχάνημ᾽, ἵν᾽ ἢν σὺ βούλῃ
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κ᾽γένηται.
ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
νεανιῶν: τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
καὶ τυροπῶλαι: τοῦτο δ᾽ εἰς ἕν ἐστι συγκεκυφός,
855ὥστ᾽ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.

Δῆμος

οἴμοι τάλας: ἔχουσι γὰρ πόρπακας; πόνηρε
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.

Κλέων

860 δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδ᾽ οἰηθῇς
ἐμοῦ ποθ᾽ εὑρήσειν φίλον βελτίον᾽: ὅστις εἷς ὢν
ἔπαυσα τοὺς ξυνωμότας, καί μ᾽ οὐ λέληθεν οὐδὲν
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ᾽ εὐθέως κέκραγα.

Ἀλλαντοπώλης

ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
865ὅταν μὲν λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν:
ἐὰν δ᾽ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι: καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
ἓν δ᾽ εἰπέ μοι τοσουτονί: σκύτη τοσαῦτα πωλῶν
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
870ταῖς ἐμβάσιν φάσκων φιλεῖν;

Δῆμος
οὐ δῆτα μὰ τὸν Ἀπόλλω.

Ἀλλαντοπώλης

ἔγνωκας οὖν δῆτ᾽ αὐτὸν οἷός ἐστιν; ἀλλ᾽ ἐγώ σοι
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.

Δῆμος

κρίνω σ᾽ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ᾽ ἄριστον
εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.

Κλέων

875οὐ δεινὸν οὖν δῆτ᾽ ἐμβάδας τοσουτονὶ δύνασθαι,
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.

Ἀλλαντοπώλης

οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθ᾽ ὅπως ἐκείνους
880οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
τονδὶ δ᾽ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
οὐπώποτ᾽ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
χειμῶνος ὄντος: ἀλλ᾽ ἐγώ σοι τουτονὶ δίδωμι.

Δῆμος

τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ᾽ ἐπενόησεν.
885καίτοι σοφὸν κἀκεῖν᾽ Πειραιεύς: ἔμοιγε μέντοι
οὐ μεῖζον εἶναι φαίνετ᾽ ἐξεύρημα τοῦ χιτῶνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: