Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἆρα δεινὸς ἦ τόθ᾽ ὥστε πάντα μὴ δεδοικέναι,
καὶ κατεστρεψάμην
τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;
οὐ γὰρ ἦν ἡμῖν ὅπως
1095ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ᾽, οὐδὲ
συκοφαντήσειν τινὰ
φροντίς, ἀλλ᾽ ὅστις ἐρέτης ἔσοιτ᾽
ἄριστος. τοιγαροῦν πολλὰς
πόλεις Μήδων ἑλόντες
αἰτιώτατοι φέρεσθαι
1100τὸν φόρον δεῦρ᾽ ἐσμέν, ὃν κλέπτουσιν
οἱ νεώτεροι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.