Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Παίς
ἐθελήσεις τί μοι οὖν ὦ
πάτερ, ἤν σού τι δεηθῶ; Χορός
πάνυ γ᾽ ὦ παιδίον. ἀλλ᾽ εἰπέ,
τί βούλει με πρίασθαι
295καλόν; οἶμαι δέ σ᾽ ἐρεῖν ἀστραγάλους
δήπουθεν ὦ παῖ. Παίς
μὰ Δί᾽ ἀλλ᾽ ἰσχάδας ὦ παππία:
ἥδιον γάρ. Χορός
οὐκ ἂν
μὰ Δί᾽, εἰ κρέμαισθέ γ᾽ ὑμεῖς. Παίς
μὰ Δί᾽ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν. Χορός
300ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου
τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον:
ἒ ἔ. σὺ δὲ σῦκά μ᾽ αἰτεῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.