previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Φιλοκλέων

καὶ μὴν εὐθύς γ᾽ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.
550τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ,
τρυφερώτερον δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;
ὃν πρῶτα μὲν ἕρποντ᾽ ἐξ εὐνῆς τηροῦσ᾽ ἐπὶ τοῖσι δρυφάκτοις
ἄνδρες μεγάλοι καὶ τετραπήχεις: κἄπειτ᾽ εὐθὺς προσιόντι
ἐμβάλλει μοι τὴν χεῖρ᾽ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν:
555ἱκετεύουσίν θ᾽ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες:
'οἴκτιρόν μ᾽ πάτερ, αἰτοῦμαί σ᾽, εἰ καὐτὸς πώποθ᾽ ὑφείλου
ἀρχὴν ἄρξας 'πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων:'
ὃς ἔμ᾽ οὐδ᾽ ἂν ζῶντ᾽ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.

Βδελυκλέων

τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.

Φιλοκλέων

560εἶτ᾽ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς
ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,
ἀλλ᾽ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.
φέρ᾽ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ᾽ ἐνταῦθα δικαστῇ;
οἱ μέν γ᾽ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
565κακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν: †
οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ᾽ Αἰσώπου τι γέλοιον:
οἱ δὲ σκώπτουσ᾽, ἵν᾽ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.
κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι᾽ εὐθὺς ἀνέλκει
τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ᾽ ἀκροῶμαι:
570τὰ δὲ συγκύψανθ᾽ ἅμα βληχᾶται: κἄπειθ᾽ πατὴρ ὑπὲρ αὐτῶν
ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι:
εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις:’
εἰ δ᾽ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.
χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ᾽ ἀνεῖμεν.
575ἆρ᾽ οὐ μεγάλη τοῦτ᾽ ἔστ᾽ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: