previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Βδελυκλέων

650χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος 'πὶ τρυγῳδοῖς
ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
ἀτὰρ πάτερ ἡμέτερε Κρονίδη

Φιλοκλέων
παῦσαι καὶ μὴ πατέριζε.
εἰ μὴ γὰρ ὅπως δουλεύω 'γώ, τουτὶ ταχέως με διδάξεις,
οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μ᾽ ἀπέχεσθαι.

Βδελυκλέων

655ἀκρόασαί νυν παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον:
καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ᾽ ἀπὸ χειρός,
τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα:
κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
πρυτανεῖα μέταλλ᾽ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
660τούτων πλήρωμα τάλαντ᾽ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.
ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.

Φιλοκλέων

οὐδ᾽ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ᾽ ἐγίγνεθ᾽ μισθός.

Βδελυκλέων

665μὰ Δί᾽ οὐ μέντοι.

Φιλοκλέων
καὶ ποῖ τρέπεται δὴ 'πειτα τὰ χρήματα τἄλλα;

Βδελυκλέων

ἐς τούτους τοὺςοὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί.’ σὺ γὰρ πάτερ αὐτοὺς
ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.
κᾆθ᾽ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
670ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
δώσετε τὸν φόρον, βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω.’
σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον
ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν,
675σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια
φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν:
σοὶ δ᾽ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δ᾽ ἐφ᾽ ὑγρᾷ πιτυλεύσας,
οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.

Φιλοκλέων

680μὰ Δί᾽ ἀλλὰ παρ᾽ Εὐχαρίδου καὐτὸς τρεῖς γ᾽ ἄγλιθας μετέπεμψα.
ἀλλ᾽ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.

Βδελυκλέων

οὐ γὰρ μεγάλη δουλεία 'στὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
αὐτούς τ᾽ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
σοὶ δ᾽ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς: οὓς αὐτὸς ἐλαύνων
685καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.
καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, μάλιστά μ᾽ ἀπάγχει,
ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ᾽, ὡς ὅστις ἂν ὑμῶν
690ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται:
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ:
καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ᾽ ἑαυτοῦ,
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ᾽ ὄντε
ἐσπουδάκατον, κᾆθ᾽ ὡς πρίονθ᾽ μὲν ἕλκει δ᾽ ἀντενέδωκε:
695σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: