previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεράπαινα

φίλταθ᾽ ἥκεις Ἡράκλεις; δεῦρ᾽ εἴσιθι.
γὰρ θεός σ᾽ ὡς ἐπύθεθ᾽ ἥκοντ᾽, εὐθέως
505ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας
ἔτνους δύ᾽ τρεῖς, βοῦν ἀπηνθράκιζ᾽ ὅλον,
πλακοῦντας ὤπτα κολλάβους. ἀλλ᾽ εἴσιθι.

Ξανθίας

κάλλιστ᾽, ἐπαινῶ.

Θεράπαινα
μὰ τὸν Ἀπόλλω οὐ μή σ᾽ ἐγὼ
περιόψομἀπελθόντ᾽, ἐπεί τοι καὶ κρέα
510ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
ἀλλ᾽ εἴσιθ᾽ ἅμ᾽ ἐμοί.

Ξανθίας
πάνυ καλῶς.

Θεράπαινα
ληρεῖς ἔχων
οὐ γάρ σ᾽ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
ἥδ᾽ ἔνδον ἔσθ᾽ ὡραιοτάτη κὠρχηστρίδες
515ἕτεραι δύ᾽ τρεῖς.

Ξανθίας
πῶς λέγεις; ὀρχηστρίδες;

Θεράπαινα

ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
ἀλλ᾽ εἴσιθ᾽, ὡς μάγειρος ἤδη τὰ τεμάχη
ἔμελλ᾽ ἀφαιρεῖν χἠ τράπεζ᾽ εἰσῄρετο.

Ξανθίας

ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
520ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.

Διόνυσος

ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
ὁτιή σε παίζων Ἡρακλέα 'νεσκεύασα;
οὐ μὴ φλυαρήσεις ἔχων Ξανθία,
525ἀλλ᾽ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.

Ξανθίας

τί δ᾽ ἔστιν; οὔ τι πού μ᾽ ἀφελέσθαι διανοεῖ
ἅδωκας αὐτός;

Διόνυσος
οὐ τάχ᾽, ἀλλ᾽ ἤδη ποιῶ.
κατάθου τὸ δέρμα.

Ξανθίας
ταῦτ᾽ ἐγὼ μαρτύρομαι
καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.

Διόνυσος
ποίοις θεοῖς;
530τὸ δὲ προσδοκῆσαί σ᾽ οὐκ ἀνόητον καὶ κενὸν
ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;

Ξανθίας

ἀμέλει καλῶς: ἔχ᾽ αὔτ᾽. ἴσως γάρ τοί ποτε
ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.5.3
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: