previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Γυνή

δὲ θεὸς ὑμῖν οὐ προσῄειν;

Καρίων
οὐδέπω.
μετὰ τοῦτο δ᾽ ἤδη καὶ γέλοιον δῆτά τι
ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
ἀπέπαρδον: γαστὴρ γὰρ ἐπεφύσητό μου.

Γυνή

700 πού σε διὰ τοῦτ᾽ εὐθὺς ἐβδελύττετο.

Καρίων

οὔκ, ἀλλ᾽ Ἰασὼ μέν τις ἀκολουθοῦσ᾽ ἅμα
ὑπηρυθρίασε χἠ Πανάκει᾽ ἀπεστράφη
τὴν ῥῖν᾽ ἐπιλαβοῦσ᾽: οὐ λιβανωτὸν γὰρ βδέω.

Γυνή

αὐτὸς δ᾽ ἐκεῖνος;

Καρίων
οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισεν.

Γυνή

705λέγεις ἄγροικον ἄρα σύ γ᾽ εἶναι τὸν θεόν.

Καρίων

μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἀλλὰ σκατοφάγον.

Γυνή
αἲ τάλαν.

Καρίων

μετὰ ταῦτ᾽ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
δείσας, ἐκεῖνος δ᾽ ἐν κύκλῳ τὰ νοσήματα
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
710ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.

Γυνή

λίθινον;

Καρίων
μὰ Δί᾽ οὐ δῆτ᾽ οὐχὶ τό γε κιβώτιον.

Γυνή

σὺ δὲ πῶς ἑώρας κάκιστ᾽ ἀπολούμενε,
ὃς ἐγκεκαλύφθαι φῄς;

Καρίων
διὰ τοῦ τριβωνίου:
715ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ᾽ ἔφλα
ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
720καὶ σχῖνον: εἶτ᾽ ὄξει διέμενος Σφηττίῳ
κατέπλασεν αὐτοῦ τὰ βλέφαρ᾽ ἐκστρέψας, ἵνα
ὀδυνῷτο μᾶλλον. δὲ κεκραγὼς καὶ βοῶν
ἔφευγ᾽ ἀνᾴξας: δὲ θεὸς γελάσας ἔφη:
ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
725ἵν᾽ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.’

Γυνή

ὡς φιλόπολίς τίς ἐσθ᾽ δαίμων καὶ σοφός.

Καρίων

μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
730τὰ βλέφαρα περιέψησεν: Πανάκεια δὲ
κατεπέτασ᾽ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
καὶ πᾶν τὸ πρόσωπον: εἶθ᾽ θεὸς ἐπόππυσεν.
ἐξῃξάτην οὖν δύο δράκοντ᾽ ἐκ τοῦ νεὼ
ὑπερφυεῖς τὸ μέγεθος.

Γυνή
φίλοι θεοί.

Καρίων

735τούτω δ᾽ ὑπὸ τὴν φοινικίδ᾽ ὑποδύνθ᾽ ἡσυχῇ
τὰ βλέφαρα περιέλειχον, ὥς γ᾽ ἐμοὶ δοκεῖ:
καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
Πλοῦτος δέσποιν᾽ ἀνειστήκει βλέπων:
ἐγὼ δὲ τὼ χεῖρ᾽ ἀνεκρότησ᾽ ὑφ᾽ ἡδονῆς
740τὸν δεσπότην τ᾽ ἤγειρον. θεὸς δ᾽ εὐθέως
ἠφάνισεν αὑτὸν οἵ τ᾽ ὄφεις ἐς τὸν νεών.
οἱ δ᾽ ἐγκατακείμενοι παρ᾽ αὐτῷ πῶς δοκεῖς
τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ᾽ ὅλην
ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
745ἐγὼ δ᾽ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,
ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: