previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χρεμύλος

οὐκ ἔσθ᾽ ὅπως χρησμὸς ἐς τοῦτο ῥέπει,
ἀλλ᾽ εἰς ἕτερόν τι μεῖζον. ἢν δ᾽ ἡμῖν φράσῃ
ὅστις ποτ᾽ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
55πυθοιμεθ᾽ ἂν τὸν χρησμὸν ἡμῶν τι νοεῖ.

Καρίων

ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.

Πλοῦτος

ἐγὼ μὲν οἰμώζειν λέγω σοι.

Καρίων
μαναθάνεις
ὅς φησιν εἶναι;

Χρεμύλος
σοὶ λέγει τοῦτ᾽, οὐκ ἐμοί:
60σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
ἀλλ᾽ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
ἐμοὶ φράσον.

Πλοῦτος
κλάειν ἔγωγέ σοι λέγω.

Καρίων

δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.

Χρεμύλος

οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
65εἰ μὴ φράσεις γάρ

Καρίων
ἀπό σ᾽ ὀλῶ κακὸν κακῶς.

Χρεμύλος

τᾶν

Πλοῦτος
ἀπαλλάχθητον ἀπ᾽ ἐμοῦ.

Χρεμύλος
πώμαλα.

Καρίων

καὶ μὴν λέγω βέλτιστόν ἐστ᾽ δέσποτα.
ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν᾽ αὐτὸν καταλιπων
70ἄπειμ᾽, ἵν᾽ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.

Χρεμύλος

ἀλλ᾽ αἶρε ταχέως.

Πλοῦτος
μηδαμῶς.

Χρεμύλος
οὔκουν ἐρεῖς;

Πλοῦτος

ἀλλ᾽ ἢν πύθησθέ μ᾽ ὅστις εἴμ᾽, εὖ οἶδ᾽ ὅτι
κακόν τί μ᾽ ἐργάσεσθε κοὐκ ἀφήσετον.

Χρεμύλος

νὴ τοὺς θεοὺς ἡμεῖς γ᾽, ἐὰν βούλῃ γε σύ.

Πλοῦτος

75μέθεσθε νῦν μου πρῶτον.

Χρεμύλος
ἤν, μεθίεμεν.

Πλοῦτος

ἀκούετον δή: δεῖ γὰρ ὡς ἔοικέ με
λέγειν κρύπτειν ἦν παρεσκευασμένος.
ἐγὼ γάρ εἰμι Πλοῦτος.

Χρεμύλος
μιαρώτατε
ἀνδρῶν ἁπάντων, εἶτ᾽ ἐσίγας Πλοῦτος ὤν;

Καρίων

80σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
Φοῖβ᾽ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;

Πλοῦτος
ναί.

Χρεμύλος

ἐκεῖνος αὐτός;

Πλοῦτος
αὐτότατος.

Χρεμύλος
πόθεν οὖν φράσον
αὐχμῶν βαδίζεις;

Πλοῦτος
ἐκ Πατροκλέους ἔρχομαι,
85ὃς οὐκ ἐλούσατ᾽ ἐξ ὅτουπερ ἐγένετο.

Χρεμύλος

τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.

Πλοῦτος

Ζεύς με ταῦτ᾽ ἔδρασεν ἀνθρώποις φθονῶν.
ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησ᾽ ὅτι
ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
90μόνους βαδιοίμην: δέ μ᾽ ἐποίησεν τυφλόν,
ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.

Χρεμύλος

καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
καὶ τοὺς δικαίους.

Πλοῦτος
ὁμολογῶ σοι.

Χρεμύλος
φέρε τί οὖν;
95εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
φεύγοις ἂν ἤδη τοὺς πονηρούς;

Πλοῦτος
φήμ᾽ ἐγώ.

Χρεμύλος

ὡς τοὺς δικαίους δ᾽ ἂν βαδίζοις;

Πλοῦτος
πάνυ μὲν οὖν:
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.

Χρεμύλος

καὶ θαῦμά γ᾽ οὐδέν: οὐδ᾽ ἐγὼ γὰρ βλέπων.

Πλοῦτος

100ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπ᾽ ἐμοῦ.

Χρεμύλος

μὰ Δί᾽ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.

Πλοῦτος

οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
ἐμέλλετόν μοι;

Χρεμύλος
καὶ σύ γ᾽ ἀντιβολῶ πιθοῦ,
καὶ μή μ᾽ ἀπολίπῃς: οὐ γὰρ εὑρήσεις ἐμοῦ
105ζητῶν ἔτ᾽ ἄνδρα τοὺς τρόπους βελτίονα.

Καρίων

μὰ τὸν Δί᾽ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Herbert Weir Smyth, A Greek Grammar for Colleges, THE CASES
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: