This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔπειτα καὶ τὴν εὐήθειαν τοῦ λόγου τούτου ῥᾴδιόν ἐστιν ἐξετάσαι. πάντες γὰρ ἂν τοῦθ᾽ ὁμολογήσαιμεν, ὅτι τὰς συνθήκας τῆς πρὸς ἀλλήλους ἀπιστίας ἕνεκα ποιούμεθα, ἵνα ὁ μὴ παραβὰς τὰ γεγραμμένα δίκην λάβῃ τῇ ψήφῳ παρὰ τοῦ παραβάντος. οὐκοῦν, εἴπερ τὸ πρᾶγμα δίκης προσδεῖται, τοῖς κατὰ γραμματεῖον ἡταιρηκόσιν, ἂν ἀδικῶνται, ἡ τῶν νόμων ὡς1 οὗτοί φασιν ἐπικουρία καταλείπεται. καὶ τίς ἂν λόγος ἑκατέρου φανείη; μὴ γὰρ ὑπ᾽ ἐμοῦ λεγόμενον, ἀλλὰ γιγνόμενον τὸ πρᾶγμα νομίσαθ᾽ ὁρᾶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.